Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.14 Joseph. AJ 9.18 (English) >>Joseph. AJ 9.22

9.16

Ἐκεῖθεν δὲ ἀναγαγὼν τὴν στρατιὰν βασιλεὺς εἰς Ἱεροσόλυμα τρέπεται πρὸς εὐωχίαν καὶ θυσίας ἐπὶ πολλὰς ἡμέρας. μετὰ μέντοι γε τὴν τῶν πολεμίων αὐτοῦ διαφθορὰν ἀκουσθεῖσαν τοῖς ἀλλοφύλοις ἔθνεσι πάντες οὗτοι κατεπλάγησαν αὐτόν, ὡς φανερῶς αὐτῷ τοῦ θεοῦ τὸ λοιπὸν συμμαχοῦντος. καὶ Ἰωσαφάτης μὲν ἔκτοτε μετὰ λαμπρᾶς δόξης ἐπί τε δικαιοσύνῃ καὶ τῇ πρὸς τὸ θεῖον εὐσεβείᾳ διῆγεν· 9.17ἦν δὲ φίλος καὶ τῷ τοῦ Ἀχάβου παιδὶ βασιλεύοντι τῶν Ἰσραηλιτῶν, πρὸς ὃν κοινωνήσας ἐπὶ κατασκευῇ νεῶν εἴς τε Πόντον πλεουσῶν καὶ τὰ ἐπὶ Θρᾴκης ἐμπόρια διήμαρτε τοῦ κτήματος· ὑπὸ γὰρ μεγέθους ἀπώλετο τὰ σκάφη· καὶ διὰ τοῦτο οὐκέτι περὶ ναῦς ἐφιλοτιμήσατο. τὰ μὲν οὖν περὶ τὸν Ἱεροσολύμων βασιλέα Ἰωσαφάτην οὕτως εἶχεν. 9.18

δʼ Ἀχάβου παῖς Ὀχοζίας ἐβασίλευε τῶν Ἰσραηλιτῶν ἐν Σαμαρείᾳ ποιούμενος τὴν δίαιταν, πονηρὸς ὢν καὶ πάντα ὅμοιος τοῖς γονεῦσιν ἀμφοτέροις καὶ Ἱεροβοάμῳ τῷ πρώτῳ παρανομήσαντι καὶ τὸν λαὸν ἀπατᾶν ἀρξαμένῳ. 9.19τὴν δὲ βασιλείαν ἔτος ἤδη δεύτερον ἔχοντος τῶν Μωαβιτῶν ἀφίσταται βασιλεὺς αὐτοῦ καὶ τοὺς φόρους, οὓς ἔμπροσθεν ἐτέλει τῷ πατρὶ αὐτοῦ Ἀχάβῳ, χορηγῶν ἐπαύσατο. συνέβη δὲ τὸν Ὀχοζίαν καταβαίνοντα ἀπὸ τοῦ τέγους τῆς οἰκίας κατενεχθῆναι καὶ νοσήσαντα πέμψαι πρὸς τὴν Ἀκκάρων θεὸν Μυῖαν, τοῦτο γὰρ ἦν ὄνομα τῇ θεῷ, πυνθάνεσθαι περὶ τῆς σωτηρίας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.14 Joseph. AJ 9.18 (English) >>Joseph. AJ 9.22

Powered by PhiloLogic